Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.85 Joseph. AJ 5.91 (English) >>Joseph. AJ 5.95

5.89τὴν γὰρ Ἀμορρῖτιν καὶ αὐτὴν οὕτως ἀφʼ ἑνὸς τῶν Χαναναίου παίδων καλουμένην Μωυσῆς ἤδη προειληφὼς νενεμήκει ταῖς δυσὶ φυλαῖς καὶ τῷ ἡμίσει· τοῦτο δὲ καὶ πρότερον δεδηλώκαμεν. τὰ δὲ περὶ Σιδῶνα καὶ Ἀρουκαίους καὶ Ἀμαθαίους καὶ Ἀριδαίους ἀδιακόσμητα ἦν. 5.90

Ἰησοῦς δὲ τοῦ γήρως ἐμποδίζοντος ἤδη πράττειν ὅσα καὶ νοήσειε τῶν τε μετʼ αὐτὸν τὴν ἡγεμονίαν παραλαβόντων ἀμελῶς προστάντων τοῦ κοινῇ συμφέροντος, παρήγγειλέ τε φυλῇ ἑκάστῃ τοῦ γένους τῶν Χαναναίων μηδὲν ὑπολιπεῖν ἐν τῇ κατακεκληρωμένῃ γῇ· τὴν γὰρ ἀσφάλειαν αὐτοῖς καὶ τὴν φυλακὴν τῶν πατρίων ἐθῶν ἐν μόνῳ τούτῳ καὶ Μωυσῆν αὐτοῖς εἶναι προειπεῖν καὶ τοῦτʼ αὐτοὺς πεπεῖσθαι. 5.91καὶ τοῖς Λευίταις δὲ τὰς ὀκτὼ καὶ τριάκοντα πόλεις ἀποδιδόναι· προειλήφεισαν γὰρ ἤδη κατὰ τὴν Ἀμορραίαν τὰς δέκα. τούτων τρεῖς ἀπονέμει τοῖς φυγάσιν οἰκεῖν ἐν αὐταῖς, πολλὴ γὰρ ἦν πρόνοια τοῦ μηδὲν ὧν Μωυσῆς διέταξε παραλιπεῖν, τῆς μὲν οὖν Ἰούδα φυλῆς Ἰέβρωνα, Σίκιμα δὲ τῆς Ἐφραίμ, τῆς Νεφθαλίτιδος δὲ Κεδέσην· ἔστι τῆς καθύπερθεν Γαλιλαίας τοῦτο τὸ χωρίον. 5.92νέμει δὲ καὶ τῆς λείας ὅσα ἦν ἔτι λοιπά, πλείστη δʼ ἐγεγόνει, καὶ μεγάλους πλούτους περιεβέβληντο καὶ κοινῇ πάντες καὶ κατʼ ἰδίαν ἕκαστος χρυσοῦ τε καὶ ἀργύρου καὶ ἐσθήτων καὶ τῆς ἄλλης ἐπισκευῆς ἕνεκα, τετραπόδων τε πλήθους ὅσον οὐδὲ ἀριθμῷ μαθεῖν ἦν προσγενομένου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.85 Joseph. AJ 5.91 (English) >>Joseph. AJ 5.95

Powered by PhiloLogic